Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 54.13 Dem. 54.16 (English) >>Dem. 54.20

54.15ἐγὼ δʼ, ἄνδρες δικασταί, χαλεπῶς ἐφʼ οἷς πέπονθα ἐνηνοχώς, οὐχ ἧττον τοῦτʼ ἀγανακτήσαιμʼ ἂν καὶ ὑβρίσθαι νομίσαιμι, εἰ οἷόν τʼ εἰπεῖν, εἰ ταῦτʼ ἀληθῆ δόξει Κόνων οὑτοσὶ λέγειν περὶ ἡμῶν, καὶ τοσαύτη τις ἄγνοια παρʼ ὑμῖν ἐστιν, ὥσθʼ, ὁποῖος ἄν τις ἕκαστος εἶναι φῇ πλησίον αὐτὸν αἰτιάσηται, τοιοῦτος νομισθήσεται, τοῦ δὲ καθʼ ἡμέραν βίου καὶ τῶν ἐπιτηδευμάτων μηδʼ ὁτιοῦν ἔσται τοῖς μετρίοις ὄφελος. 54.16ἡμεῖς γὰρ οὔτε παροινοῦντες οὔθʼ ὑβρίζοντες ὑπʼ οὐδενὸς ἀνθρώπων ἑωράμεθα, οὐδʼ ἄγνωμον οὐδὲν ἡγούμεθα ποιεῖν, εἰ περὶ ὧν ἠδικήμεθʼ ἀξιοῦμεν κατὰ τοὺς νόμους δίκην λαβεῖν. ἰθυφάλλοις δὲ καὶ αὐτοληκύθοις συγχωροῦμεν εἶναι τοῖς υἱέσι τοῖς τούτου, καὶ ἔγωγʼ εὔχομαι τοῖς θεοῖς εἰς Κόνωνα καὶ τοὺς υἱεῖς τοὺς τούτου καὶ ταῦτα καὶ τὰ τοιαῦθʼ ἅπαντα τρέπεσθαι. 54.17οὗτοι γάρ εἰσιν οἱ τελοῦντες ἀλλήλους τῷ ἰθυφάλλῳ, καὶ τοιαῦτα ποιοῦντες πολλὴν αἰσχύνην ἔχει καὶ λέγειν, μή τί γε δὴ ποιεῖν ἀνθρώπους μετρίους. ἀλλὰ τί ταῦτʼ ἐμοί; θαυμάζω γὰρ ἔγωγε, εἴ τίς ἐστιν πρόφασις παρʼ ὑμῖν σκῆψις ηὑρημένη διʼ ἥν, ἂν ὑβρίζων τις ἐξελέγχηται καὶ τύπτων, δίκην οὐ δώσει. οἱ μὲν γὰρ νόμοι πολὺ τἀναντία καὶ τὰς ἀναγκαίας προφάσεις, ὅπως μὴ μείζους γίγνωνται, προείδοντο, οἷον (ἀνάγκη γάρ μοι ταῦτα καὶ ζητεῖν καὶ πυνθάνεσθαι διὰ τοῦτον γέγονεν) εἰσὶ κακηγορίας δίκαι·


Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 54.13 Dem. 54.16 (English) >>Dem. 54.20

Powered by PhiloLogic